Griechisches Gedicht, „von Fr. Engels im epischen Versmaß bearbeitet und vorgetragen bei den öffentlichen Schulfeierlichkeiten des Elberfelder Gymnasiums am 15. September 1837“. Die Handschrift war 1930 im Archiv der Familie Engels in Engelskirchen. Der griechische Text wurde nach den Abbildungen des Bandes neu erfaßt (Tesseract, Modell grc) und Zeile für Zeile am Druck geprüft. Text nach Karl Marx/Friedrich Engels, Historisch-kritische Gesamtausgabe, Erste Abteilung, Band 2, Berlin 1930, S. 478–479, ohne den Apparat der Herausgeber. Traducción al español.
Ἐτεοκλοῦς καὶ Πολυνείκους μονομαχία. —
Τίπτε μὲν ἄστυ κάτα κρατερῶν μέγα Καδμειώνων
Ἑλλήνων χωροῦσι λόχοι καὶ ὠκέες ἵπποι;
Τίπτε δὲ πανταχόθεν πεδίου λευκάσπιδες ἄνδρες
Τείχεα μακρὰ πέρι ξεστοῖς κίνυνται ἐν ὅπλοις;
Εἶσι κατὰ πτόλιος βριαροῦ μὲν Ἀγηνορίδαο
ἀνδρῶν Ἀργείων στρατιὰ κρατεροῖς ἐπ’ ἀέθλοις,
ἔρχονται Δαναῶν, πόλεμον Θήβῃσι φέροντες
ἡγεμόνες, Τυδεύς, Καπανεὺς καὶ Παρθενοπαῖος,
Ἀμφιάραος ἄναξ, ἱερὸν μένος Ἱππομέδοντος,
Ἄδραστος βασιλεὺς καὶ ἄναξ ἀνδρῶν Πολυνείκης,
πάντες ὁμοῦ βαίνουσι σὺν ἵπποις καὶ σὺν ὄχεσφιν. —
Ἀστράπτουσιν ἐνὶ πεδίῳ λόγχαι τε σιδηραῖ
καὶ σάκε’ ὀμφαλόεντ’ ἠδὲ ξίφε’ ἀργυρόηλα.
ὡς δ’ ὅτ’ ἔχιδνα περὶ προβάτοιο κυλίνδεται αἴφνης
καί ῥα περιπλέκεται, μέλεα δέ τε πάντα κατείργεν, —
ὣς δ’ αὔτως Δαναοὶ Θήβης ἕδος ἤλυθον ἀμφί.
Αὐτὰρ ἐπεὶ πᾶσαί τ’ ἔσταν σὺν ἔγχεσι τάξεις,
ἐκ πόλεως ἄνδρες, κεκορυθμένοι αἴθοπι χαλκῷ
ἤλυθον, ἐν δ’ αὐτοῖς Ἐτεοκλῆς, Οἰδιπόδαο
υἷος μὲν κρατερὸς καὶ θαρσαλέος πολεμιστής.
Οἱ δ’ ὅτε δή ῥ’ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο
Βοιώτων πρόμαχοί τε καὶ Ἀργείων στρατιῶται
σύν ῥ’ ἔβαλον ῥινούς, σὺν δ’ ἔγχεα καὶ μάνε’ ἀνδρῶν
χαλκεοθωρήκων· δεινός τ’ ἄρ’ ἐπῶρτο κυδοιμός.
αἱματόεντ’ ἔῤῥει κλειτῆς Δίρκης τε ῥέεθρα,
αἱματόεις τ’ Ἰσμηνός, ἀνὴρ δ’ ἄνδρ’ ἐδνοπάλιζεν.
Αὐτὰρ ἐνὶ προμάχοισιν ἐμαίνετο κάρτ’ Ἐτεοκλῆς
ἔγχεϊ χαλκήρει· πολλοὶ δ’ ἄρα οἱ πολεμισταὶ
ἐς γαῖαν πίπτον δεδμημένοι ὀξέϊ δουρί.
ἤτοι Ἀγηνορίδης, κατιδὼν κρατερὸν Πολυνείκην
Ἀργείοισιν ἐνὶ στείχοντ’ ἐλλίσατ’ Ἀθήνην·
Πάλλας, αἰγιοχοῖο Διὸς τέκος, Ἀτρυτώνη,
κλῦθι μεῦ! εἴποτέ τοι κατὰ πίονα μηρί’ ἔκηα
ταύρων ἠδ’ αἰγῶν, τόδε μοι κρήηνον ἐέλδωρ.
δός μοι ἐνὶ στέρνοισι βαλεῖν δολιχόσκιον ἔγχος
τοῦδ’ ἀνδρός, κλειτοῦ γένος Οἰδιπόδαο ἄνακτος,
ὃς μὲν ἀδελφὸς ἐμοὶ πέλεται, ἠὺς Πολυνείκης,
ἤλυθε δ’ ἐξ Ἄργου πολυδιψίου, ἥν τε πατρῶαν
γῆν ἐκπορθήσων σύν τ’ Ἀργείων βασιλεῦσιν. —
Ἦ, καὶ ἀδελφὸν ἔπειτ’ ἔπεα πτερόεντα προσηύδα·
υἷος Οἰδιπόδαο, βοὴν ἀγαθὸς Πολυνείκης,
σοὶ μαχέσασθαι ἐνὶ στήθεσσί με θυμὸς ἀνώγει·
δεῦρ’ ἴθι’ ἐκ πάντων πρόμος ἀντιθέῳ Ἐτεοκλεῖ!
Ὣς ἔφατ’· αὐτὰρ ἀδελφὸς ἐλίσσετο πότνιαν Ἥρην·
κλῦθι μεῦ, Ἥρη, Ζηνὸς ἀδελφὴ καὶ παράκοιτις,
σὸς γὰρ ἐγὼ νῦν εἰμί, γάμοις τεύξας Ἀργείαν
θυγατέρ’ Ἀδράστου, ὃς ἐν Ἀργείοισιν ἀνάσσει —
δός μοι νῦν κτανέειν ἔγχει βριαρόν Ἐτεοκλῆ,
ὃς γὰρ ὅρκια πίστ’ ἐν Θήβαις οὐκ ἐτέλεσσεν.
Ὣς ἔφατ’· αὐτὰρ ἔπειτα ἄναξ ἀνδρῶν Ἐτεοκλῆς
ἐς μέσσον παριών, ἀνδρῶν ἀνείργε φάλαγγας
ἐν πεδίῳ· τοῖα δὲ μετ’ ἀμφοτέροισιν ἔειπεν·
Κέκλυτέ μευ, Δαναοὶ καὶ ἐϋκνήμιδες Ἀχαιοί,
ὄφρ’ εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει·
Ἀργεῖοι φθίνουσι ἐνὶ κρατερῇ ὑσμίνῃ
Βοιώτων δ’ ἔθνη. ἔργον δέ τοι οὐ τετέλεσται.
αὐτὰρ ἐμ’ ἀδελφῷ μαχέσασθαι θυμὸς ἀνώγει,
ὧδε δὲ μυθέομαι, Ζεὺς δ’ ἄμμ’ ἐπιμάρτυρος ἔστω.
εἰ μέν κεν ἐμὲ κεῖνος ἕλῃ ταναήκεϊ χαλκῷ,
Καδμείων βασιλεὺς μὲν ἀνασσέτω ὧδ’ ἐνὶ λάῳ.
εἰ δέ κ’ ἐγὼ τὸν ἕλω, δώῃ δέ μοι ἔγχος Ἀθήνη,
ἔσται ἐμὸν τὸ γέρας τὸ πατρώϊον καὶ βασιλεία,
ὑμεῖς δ’ Ἀργεῖοί κ’ ἐπανέλθοιτ’ αὖτις ἐς οἶκον. —
Ὣς ἔφαθ’· οἱ δ’ ἐχάρησαν Ἀχαιοὶ Βοιωτοί τε,
καί ῥ’ ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας, ἐκ δ’ ἔβαν αὐτοί,
τεύχεα δ’ ἐξεδύοντο, τὰ μὲν κατάθεντ’ ἐπὶ γαίῃ
πλησίον ἀλλήλων, ὀλίγη δ’ ἦν ἀμφὶς ἄρουρα.
Ἔγχος ἄρα προΐει δολιχόσκιον νῦν Ἐτεοκλῆς
καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο Κῆρα μέλαιναν
δῖος Ἀγηνορίδης. τὸ δ’ ὑπέρπτατο χάλκεον ἔγχος.
Αὐτὰρ ὅγ’ ἐρυσσάμενος ξίφος ἀργυρόηλον αἶψά γ’
ἦλθε δρόμῳ ἐπὶ τόνδε τάδ’, ἀντίθεος Πολυνείκης —
σὺν δ’ ἔπεσον λέουσιν ἐοικότες ὠμοφάγοισιν
αἵματος ἐξ ἑνὸς ὄντε κασίγνητοι καὶ ὄπατροι,
ἤτοι δ’ ἐμμεμαῶτα κατὰ ζώνην χρυσείην
νύξ· ἐπὶ δ’ αὐτὸς ἔρεισε, βαρείῃ χειρὶ πιθήσας,
αὐτίκα δ’ ἔρρεεν αἷμα κελαίνεφες ἐξ ὠτειλῆς.
αὐτὰρ ὁμοῦ ξίφος ὀξὺ κατὰ στῆθος Ἐτεοκλοῦς
θώρηκος δι’ ἐλήλατ’ ἄνακτ’ ἀνδρῶν Πολυνείκει. —
καί ῥ’ ἔπεσον πρὸς γῆν, ἄμφω, σκότος ὄσσε κάλυψεν.
κεῖται ἀδελφὸς ἀδελφὸν ἑλὼν ταναήκεϊ χαλκῷ.
ὣς ἀπόλωλε γένος τοι ἀμύμονος Οἰδιπόδαο.